Seba.Health

Thomas

Mortal · 3 speeches

Psychological Vocabulary

All Speeches (3)

Lines 1–8
Μὴ ταρασσέσθω ὑμῶν καρδία πιστεύετε εἰς τὸν θεόν καὶ εἰς ἐμὲ πιστεύετε ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσίν εἰ δὲ μή εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν Λέγει αὐτῷ Θωμᾶς κύριε οὐκ οἴδαμεν ποῦ ὑπάγεις καὶ πῶς οἴδαμεν τὴν ὁδόν λέγει αὐτῷ Ἰησοῦς ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωή οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ εἰ ἐγνώκατέ ἐμέ καὶ τὸν πατέρα μου γνώσεσθε καὶ ἀπάρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν Λέγει αὐτῷ Φίλιππος κύριε δεῖξον ἡμῖν τὸν πατέρα καὶ ἀρκεῖ ἡμῖν
Lines 25–31
ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί ἑωράκαμεν τὸν κύριον δὲ εἶπεν αὐτοῖς ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὸν δάκτυλον εἰς τὸν τόπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ οὐ μὴ πιστεύσω καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν ἔρχεται Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν εἰρήνη ὑμῖν εἶτα λέγει τῷ Θωμᾷ φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ κύριός μου καὶ θεός μου λέγει αὐτῷ Ἰησοῦς ὅτι ἑώρακάς με πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ ταῦτα δὲ γέγραπται ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν Χριστὸς υἱὸς τοῦ θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ
Lines 17–24
καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανηργές ἐστιν υἱοὶ βροντῆς καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον καὶ Ἰούδαν Ἰσκαριώθ ὃς καὶ παρέδωκεν αὐτόν Καὶ ἔρχεται εἰς οἶκον καὶ συνέρχεται πάλιν ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν ἔλεγον γὰρ ὅτι ἐξέστη καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι βασιλεία ἐκείνη