Seba.Health

Scamander

Divine · 5 speeches

All Speeches (5)

Lines 214–221
for ever do the very gods give thee aid. If so be the son of Cronos hath granted thee to slay all the men of Troy, forth out of my stream at least do thou drive them, and work thy direful work on the plain. Lo, full are my lovely streams with dead men, nor can I anywise avail to pour my waters forth into the bright sea, being choked with dead, while thou ever slayest ruthlessly. Nay, come, let be; amazement holds me, thou leader of hosts.
Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί. εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι, ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε· πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα, οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως. ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.
Lines 229–232
of the son of Cronos, who straitly charged thee to stand by the side of the Trojans and to succour them, until the late-setting star of even shall have come forth and darkened the deep-soiled earth.
πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς εἰρύσαο Κρονίωνος, τοι μάλα πόλλʼ ἐπέτελλε Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς κεν ἔλθῃ δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.
Lines 308–323
neither will the Trojans abide him in battle. Nay, bear thou aid with speed, and fill thy streams with water from thy springs, and arouse all thy torrents; raise thou a great wave, and stir thou a mighty din of tree-trunks and stones, that we may check this fierce man that now prevaileth, and is minded to vie even with the gods. For I deem that his strength shall naught avail him, neither anywise his comeliness, nor yet that goodly armour, which, I ween, deep beneath the mere shall lie covered over with slime; and himself will I enwrap in sands and shed over him great store of shingle past all measuring; nor shall the Achaeans know where to gather his bones, with such a depth of silt shall I enshroud him. Even here shall be his sepulchre, nor shall he have need of a heaped-up mound, when the Achaeans make his funeral.
φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν. ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους, ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ γε ἶσα θεοῖσι. φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.
Lines 357–360
drive them forth from out their city; what part have I in strife or in bearing aid?
Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν, οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην. λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;
Scamander to Hera · divine
Lines 369–376
beyond all others? I verily am not so much at fault in thine eyes, as are all those others that are helpers of the Trojans. Howbeit I will refrain me, if so thou biddest, and let him also refrain. And I will furthermore swear this oath, never to ward off from the Trojans the day of evil, nay, not when all Troy shall burn with the burning of consuming fire, and the warlike sons of the Achaeans shall be the burners thereof.
Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί. ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις, παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι, μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.