Seba.Health

Pilate

Mortal · 10 speeches

Psychological Vocabulary

All Speeches (10)

Lines 25–32
ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον ἔλεγεν τί ἐμὲ ὑπονοεῖτε εἶναι οὐκ εἰμὶ ἐγώ ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι ἄνδρες ἀδελφοί υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν ἡμῖν λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πειλᾶτον ἀναιρεθῆναι αὐτόν ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ οἵτινες νῦν εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην ὅτι ταύτην θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν
Lines 33–40
Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν Πειλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων ἀπεκρίθη Ἰησοῦς ἀφ’ ἑαυτοῦ σὺ τοῦτο λέγεις ἄλλοι σοι εἶπόν περὶ ἐμοῦ ἀπεκρίθη Πειλᾶτος μήτι ἐγὼ Ἰουδαῖός εἰμι τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί τί ἐποίησας ἀπεκρίθη Ἰησοῦς βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου εἰ ἐκ τοῦ κόσμου τούτου ἦν βασιλεία ἐμή οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις νῦν δὲ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν εἶπεν οὖν αὐτῷ Πειλᾶτος οὐκοῦν βασιλεὺς εἶ σύ ἀπεκρίθη Ἰησοῦς σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ πᾶς ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς λέγει αὐτῷ Πειλᾶτος τί ἐστιν ἀλήθεια καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων ἐκραύγασαν οὖν πάλιν λέγοντες μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν ἦν δὲ Βαραββᾶς λῃστής
Lines 1–8
Τότε οὖν ἔλαβεν Πειλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον χαῖρε βασιλεὺς τῶν Ἰουδαίων καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα Ἐξῆλθεν πάλιν Πειλᾶτος ἔξω καὶ λέγει αὐτοῖς ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω ἵνα γνῶτε ὅτι αἰτίαν οὐχ εὑρίσκω ἐξῆλθεν οὖν Ἰησοῦς ἔξω φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον καὶ λέγει αὐτοῖς ἰδοὺ ἄνθρωπος ὅτε οὖν ἴδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν σταύρωσον σταύρωσον λέγει αὐτοῖς Πειλᾶτος λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν ἀπεκρίθησαν οἱ Ἰουδαῖοι ἡμεῖς νόμον ἔχομεν καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν Ὅτε οὖν ἤκουσεν Πειλᾶτος τοῦτον τὸν λόγον μᾶλλον ἐφοβήθη
Lines 1–8
Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος ἡγεμονεύοντος Ποντίου Πειλάτου τῆς Ἰουδαίας καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετρααρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετρααρχοῦντος ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ γεννήματα ἐχιδνῶν τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ λέγω γὰρ ὑμῖν ὅτι δύναται θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ
Lines 1–8
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πειλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο ὅτι ταῦτα πεπόνθασιν οὐχί λέγω ὑμῖν ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε ἐκεῖνοι οἱ δεκαοκτώ ἐφ’ οὓς ἔπεσεν πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ οὐχί λέγω ὑμῖν ἀλλ’ ἐὰν μὴ μετανοήσητε πάντες ὡσαύτως ἀπολεῖσθε Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω ἔκκοψον αὐτήν ἱνατί καὶ τὴν γῆν καταργεῖ δὲ ἀποκριθεὶς λέγει αὐτῷ κύριε ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια
Lines 1–8
Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πειλᾶτον ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι δὲ Πειλᾶτος ἠρώτησεν αὐτὸν λέγων σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων δὲ ἀποκριθεὶς αὐτῷ ἔφη σὺ λέγεις δὲ Πειλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαόν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε Πειλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ἄνθρωπος Γαλιλαῖός ἐστιν καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις δὲ Ἡρώδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον
Lines 18–25
ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες αἶρε τοῦτον ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ πάλιν δὲ Πειλᾶτος προσεφώνησεν θέλων ἀπολῦσαι τὸν Ἰησοῦν οἱ δὲ ἐπεφώνουν λέγοντες σταύρου σταύρου αὐτόν δὲ τρίτον εἶπεν πρὸς αὐτούς τί γὰρ κακὸν ἐποίησεν οὗτος οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ παιδεύσας οὖν αὐτὸν ἀπολύσω οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ Πειλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακήν ὃν ᾐτοῦντο τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν
Lines 9–16
δὲ Πειλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς δὲ Πειλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς τί οὖν θέλετε ποιήσω ὃν λέγετε τὸν βασιλέα τῶν Ἰουδαίων οἱ δὲ πάλιν ἔκραξαν σταύρωσον αὐτόν δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς τί γὰρ ἐποίησεν κακόν οἱ δὲ περισσῶς ἔκραξαν σταύρωσον αὐτόν δὲ Πειλᾶτος βουλόμενος ποιῆσαι τὸ ἱκανὸν τῷ ὄχλῳ ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς ἐστιν πραιτώριον καὶ συνκαλοῦσιν ὅλην τὴν σπεῖραν
Lines 17–24
συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς Πειλᾶτος τίνα θέλετε ἀπολύσω ὑμῖν Βαραββᾶν Ἰησοῦν τὸν λεγόμενον Χριστόν ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν γυνὴ αὐτοῦ λέγουσα μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν ἀποκριθεὶς δὲ ἡγεμὼν εἶπεν αὐτοῖς τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν οἱ δὲ εἶπαν τὸν Βαραββᾶν λέγει αὐτοῖς Πειλᾶτος τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν λέγουσιν πάντες σταυρωθήτω δὲ ἔφη τί γὰρ κακὸν ἐποίησεν οἱ δὲ περισσῶς ἔκραζον λέγοντες σταυρωθήτω ἰδὼν δὲ Πειλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου ὑμεῖς ὄψεσθε
Lines 65–66
ἔφη αὐτοῖς Πειλᾶτος ἔχετε κουστωδίαν ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας