Seba.Health

Medon

Mortal · 5 speeches

Psychological Vocabulary

All Speeches (5)

Lines 697–702
They are minded to slay Telemachus with the sharp sword on his homeward way; for he went in quest of tidings of his father to sacred Pylos and to goodly Lacedaemon.” So he spoke, and her knees were loosened where she sat, and her heart melted. Long time she was speechless, and both her eyes
αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη. ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο μνηστῆρες φράζονται, μὴ τελέσειε Κρονίων· Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ οἴκαδε νισόμενον· δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
Lines 712–714
οὐκ οἶδʼ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται πατρὸς ἑοῦ νόστον ὅν τινα πότμον ἐπέσπεν.
Lines 174–176
come to the house that we may make ready a feast; for it is no bad thing to take one's dinner in season.” So he spoke, and they rose up and went, and hearkened to his word. And when they had come to the stately house they laid their cloaks on the chairs and high seats,
κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις, ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα· οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
Lines 367–370
possessions in the halls, and in their folly honored thee not at all.” But Odysseus of many wiles smiled, and said to him: “Be of good cheer, for he has delivered thee and saved thee, that thou mayest know in thy heart and tell also to another, how far better is the doing of good deeds than of evil.
φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ, ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
Lines 443–449
Nay, I myself saw an immortal god, who stood close beside Odysseus, and seemed in all things like unto Mentor. Yet as an immortal god now in front of Odysseus would he appear, heartening him, and now again would rage through the hall, scaring the wooers; and they fell thick and fast.”
κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα· αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει. ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.