Seba.Health

Leodes

Mortal · 2 speeches

Psychological Vocabulary

All Speeches (2)

Lines 152–162
to die than to live on and fail of that for the sake of which we ever gather here, waiting expectantly day after day. Now many a man even hopes in his heart and desires to wed Penelope, the wife of Odysseus; but when he shall have made trial of the bow, and seen the outcome, thereafter let him woo some other of the fair-robed Achaean women with his gifts, and seek to win her; then should Penelope wed him who offers most, and who comes as her fated lord.”
φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος. πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἐπεὶ πολὺ φέρτερόν ἐστι τεθνάμεν ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα. νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν. αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων μνάσθω ἐέδνοισιν διζήμενος· δέ κʼ ἔπειτα γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
Lines 312–319
I sought to check the other wooers, when any would do such deeds. But they would not hearken to me to withhold their hands from evil, wherefore through their wanton folly they have met a cruel doom. Yet I, the soothsayer among them, that have done no wrong, shall be laid low even as they; so true is it that there is no gratitude in aftertime for good deeds done.”
γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι. ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι· τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·