Seba.Health

Euphorbus

Mortal · 2 speeches

Psychological Vocabulary

All Speeches (2)

Lines 12–17
Patroclus with the spear in the fierce conflict; wherefore suffer thou me to win goodly renown among the Trojans, lest I cast and smite thee, and rob thee of honey-sweet life.
Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα· οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
Lines 34–42
shalt thou verily pay the price for my brother whom thou slewest, and over whom thou speakest vauntingly; and thou madest his wife a widow in her new-built bridal chamber, and broughtest grief unspeakable and sorrow upon his parents. Verily for them in their misery should I prove an assuaging of grief, if I but bring thy head and thy armour and lay them in the hands of Panthous and queenly Phrontis. Howbeit not for long shall the struggle be untried or unfought, be it for victory or for flight.
νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς μάλα τείσεις γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις, χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας. κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο.