Seba.Health

Automedon

Mortal · 4 speeches

Psychological Vocabulary

All Speeches (4)

Lines 475–480
Alcimedon, what man beside of the Achaeans is of like worth to curb and guide the spirit of immortal steeds, save only Patroclus, the peer of the gods in counsel, while yet he lived? But now death and fate have come upon him. Howbeittake thou the lash and the shining reins, and I will dismount to fight So spake he, and Alcimedon leapt upon the car that was swift in battle, and quickly grasped in his hands the lash and reins; and Automedon leapt down. And glorious Hector espied them, and forthwith spake to Aeneas, that was near: take thou the lash and the shining reins, and I will dismount to fight
Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι.
Lines 501–506
and have slain the two of us, and driven in rout the ranks of the Argive warriors, or haply himself be slain amid the foremost.
Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν Ἀργείων, κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.
Lines 508–515
to stand firm about it and to ward off the ranks of men; but from us twain that yet live ward ye off the pitiless day of doom, for here are pressing hard in tearful war Hector and Aeneas, the best men of the Trojans. Yet these things verily lie on the knees of the gods: I too will cast, and the issue shall rest with Zeus.
Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ· τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι. ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει.
Lines 538–539
δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.