Seba.Health

Pythian Odes · Ode 4

25 passages · 0 speeches · 11 psychological term instances

Lines 1–12
σάμερον μὲν χρή σε παρʼ ἀνδρὶ φίλῳ στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ, Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τʼ αὔξῃς οὖρον ὕμνων, ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος, οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέ ρεα χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον πόλιν ἐν ἀργενν όε ντι μαστῷ, καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς παῖς ἀπέπνευσʼ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δʼ οὕτως ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις·
Lines 13–24
κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν· φαμὶ γὰρ τᾶσδʼ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων Διὸς ἐν Ἄμμωνος θεμέθλοις. ἀντὶ δελφίνων δʼ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς, ἁνία τʼ ἀντʼ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας. κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι ξείνια πρῴραθεν Εὔφαμος καταβὰς δέξατʼ· αἴσιον δʼ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν· ἁνίκʼ ἄγκυραν ποτὶ χαλκόγενυν
Lines 25–36
ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς. τουτάκι δʼ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δʼ ἐπέων ἄρχετο, ξείνοις ἅτʼ ἐλθόντεσσιν εὐεργέται δεῖπνʼ ἐπαγγέλλοντι πρῶτον. ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ κώλυεν μεῖναι. φάτο δʼ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα ἔμμεναι· γίγνωσκε δʼ ἐπειγομένους· ἂν δʼ εὐθὺς ἁρπάξαις ἀρούρας δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι. οὐδʼ ἀπίθησέ νιν, ἀλλʼ ἥρως ἐπʼ ἀκταῖσιν θορὼν
Lines 37–48
χειρί οἱ χεῖρʼ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν. πεύθομαι δʼ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. μάν νιν ὤτρυνον θαμὰ λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δʼ ἐλάθοντο φρένες· καί νυν ἐν τᾷδʼ ἄφθιτον νάσῳ κέχυται Λιβύας εὐρυχόρου σπέρμα πρὶν ὥρας· εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών, υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ, τόν ποτʼ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρʼ ὄχθαις· τετράτων παίδων κʼ ἐπιγινομένων αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας
Lines 49–60
ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν. νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων δεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματι Φοῖβος ἀμνάσει θέμισσιν Πύθιον ναὸν καταβάντα χρόνῳ ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα. ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷ ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες. μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳ χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ·
Lines 61–72
σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον βασιλέʼ ἄμφανεν Κυράνᾳ, δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν. μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ, παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας· τῷ μὲν Ἀπόλλων τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν ἱπποδρομίας. ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν. τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας; τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν βουλαῖς ἀκάμπτοις.
Lines 73–84
ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ, πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος· τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ, εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ, ξεῖνος αἴτʼ ὦν ἀστός. δʼ ἆρα χρόνῳ ἵκετʼ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δʼ ἀμφοτέρα νιν ἔχεν, τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις, ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους· οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί, ἀλλʼ ἅπαν νῶτον καταίθυσσον. τάχα δʼ εὐθὺς ἰὼν σφετέρας ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος
Lines 85–96
ἐν ἀγορᾷ πλήθοντος ὄχλου. τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δʼ ἔμπας τις εἶπεν καὶ τόδε· οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις Ἀφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ. καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον, ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται. τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι γάρυον τοιαῦτʼ· ἀνὰ δʼ ἡμιόνοις ξεστᾷ τʼ ἀπήνᾳ προτροπάδαν Πελίας ἵκετο σπεύδων· τάφε δʼ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ
Lines 97–108
δεῖμα προσέννεπε· ποίαν γαῖαν, ξεῖνʼ, εὔχεαι πατρίδʼ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν καταμιάναις εἰπὲ γένναν. τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί. εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ Αἰόλῳ καὶ παισί, τιμάν.
Lines 109–120
πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων· τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις, νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν. ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως· Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων. Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα. ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός.
Lines 121–132
ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων, ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον γόνον ἰδὼν κάλλιστον ἀνδρῶν. καὶ κασίγνητοί σφισιν ἀμφότεροι ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών, ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος, εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος, ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν, ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραις ἱερὸν εὐζοίας ἄωτον. ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ
Lines 133–144
συγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ· αἶψα δʼ ἀπὸ κλισιᾶν ὦρτο σὺν κείνοισι. καί ῥʼ ἦλθον Πελία μέγαρον· ἐσσύμενοι δʼ εἴσω κατέσταν. τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασεν Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δʼ Ἰάσων μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον βάλλετο κρηπῖδα σοφῶν ἐπέων· παῖ Ποσειδᾶνος Πετραίου, ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως· ἀλλʼ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον. εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δʼ ἐν γοναῖς ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον
Lines 145–156
λεύσσομεν. Μοῖραι δʼ ἀφίσταντʼ, εἴ τις ἔχθρα πέλει ὁμογόνοις, αἰδῶ καλύψαι. οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν οὐδʼ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ ἀγρούς τε πάντας, τοὺς ἀπούραις ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων· κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντʼ ἄγαν· ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ποτε Κρηθεΐδας ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας, τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν. ὣς ἄρʼ ἔειπεν. ἀκᾷ δʼ ἀνταγόρευσεν καὶ Πελίας· ἔσομαι
Lines 157–168
τοῖος· ἀλλʼ ἤδη με γηραιὸν μέρος ἁλικίας ἀμφιπολεῖ· σὸν δʼ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δʼ ἀφελεῖν μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους, δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτʼ ἐκ πόντου σαώθη ἔκ τε ματρυιᾶς ἀθέων βελέων. ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δʼ ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν. τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς γενέθλιος ἀμφοτέροις. σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν·
Lines 169–180
ἀτὰρ Ἰάσων αὐτὸς ἤδη ὤρνυεν κάρυκας ἐόντα πλόον φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι ἦλθον Ἀλκμήνας θʼ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δʼ ὑψιχαῖται ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν, ἔκ τε Πύλου καὶ ἀπʼ ἄκρας Ταινάρου· τῶν μὲν κλέος ἐσλὸν Εὐφάμου τʼ ἐκράνθη σόν τε, Περικλύμενʼ εὐρυβία. ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ ἔμολεν, εὐαίνητος, Ὀρφεύς. πέμπε δʼ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπʼ ἄτρυτον πόνον, τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δʼ Ἔρυτον. ταχέες ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν·
Lines 181–192
καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις. τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα ναὸς Ἀργοῦς, μή τινα λειπόμενον τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντʼ, ἀλλʼ ἐπὶ καὶ θανάτῳ φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις. ἐς δʼ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος, λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δʼ ἐμβόλου κρέμασαν ἀγκύρας ὕπερθεν,
Lines 193–204
χρυσέαν χείρεσσι λαβὼν φιάλαν ἀρχὸς ἐν πρύμνᾳ πατέρʼ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους κυμάτων ῥιπὰς ἀνέμων τʼ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους ἄματά τʼ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν· ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον φθέγμα· λαμπραὶ δʼ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι· ἀμπνοὰν δʼ ἥρωες ἔστασαν θεοῦ σάμασιν πιθόμενοι· κάρυξε δʼ αὐτοῖς ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας· εἰρεσία δʼ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος. σὺν Νότου δʼ αὔραις ἐπʼ Ἀξείνου στόμα πεμπόμενοι ἤλυθον· ἔνθʼ ἁγνὸν Ποσειδάωνος ἕσσαντʼ εἰναλίου τέμενος,
Lines 205–216
φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ. ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν, συνδρόμων κινηθμὸν ἀμαιμάκετον ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι βαρυγδούπων ἀνέμων στίχες· ἀλλʼ ἤδη τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δʼ ἔπειτεν ἤλυθον· ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν μῖξαν Αἰήτᾳ παρʼ αὐτῷ. πότνια δʼ ὀξυτάτων βελέων ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ μαινάδʼ ὄρνιν Κυπρογένεια φέρεν
Lines 217–228
πρῶτον ἀνθρώποισι, λιτάς τʼ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν· ὄφρα Μηδείας τοκέων ἀφέλοιτʼ αἰδῶ, ποθεινὰ δʼ Ἑλλὰς αὐτὰν ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς. καὶ τάχα πείρατʼ ἀέθλων δείκνυεν πατρωΐων· σὺν δʼ ἐλαίῳ φαρμακώσαισʼ ἀντίτομα στερεᾶν ὀδυνᾶν δῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμον γλυκὺν ἐν ἀλλάλοισι μῖξαι. ἀλλʼ ὅτʼ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο καὶ βόας, οἳ φλόγʼ ἀπὸ ξανθᾶν γεν ύω ν πν έο ν καιομένοιο πυρός, χαλκέαις δʼ ὁπλαῖς ἀράσσεσκον χθόνʼ ἀμειβόμενοι, τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δʼ αὔλακας ἐντανύσαις ἤλαυνʼ, ἀνὰ βωλακίας δʼ ὀρόγυιαν σχίζε νῶτον
Lines 229–240
γᾶς. ἔειπεν δʼ ὧδε· τοῦτʼ ἔργον βασιλεύς, ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω, κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ. ὣς ἄρʼ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος εἴχετʼ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς. σπασσάμενος δʼ ἄροτρον, βοέους δήσαις ἀνάγκας ἔντεσιν αὐχένας ἐμβάλλων τʼ ἐριπλεύρῳ φυᾷ κέντρον αἰανὲς βιατὰς ἐξεπόνησʼ ἐπιτακτὸν ἀνὴρ μέτρον. ἴϋξεν δʼ ἀφωνήτῳ περ ἔμπας ἄχει δύνασιν Αἰήτας ἀγασθείς. πρὸς δʼ ἑταῖροι καρτερὸν ἄνδρα φίλας ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις
Lines 241–252
ἀγαπάζοντʼ. αὐτίκα δʼ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι· ἤλπετο δʼ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον. κεῖτο γὰρ λόχμᾳ, δράκοντος δʼ εἴχετο λαβροτατᾶν γενύων, ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει, τέλεσαν ἃν πλαγαὶ σιδάρου. μακρά μοι νεῖσθαι κατʼ ἀμαξιτόν· ὥρα γὰρ συνάπτει· καί τινα οἶμον ἴσαμι βραχύν· πολλοῖσι δʼ ἅγημαι σοφίας ἑτέροις. κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν, Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον· ἔν τʼ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τʼ ἐρυθρῷ Λαμνιᾶν τʼ ἔθνει γυναικῶν ἀνδροφόνων·
Lines 253–264
ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς, καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς σπέρμʼ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ νᾶσον· ἔνθεν δʼ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου διανέμειν θεῖον Κυράνας ὀρθόβουλον μῆτιν ἐφευρομένοις. γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος·
Lines 265–276
καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περʼ αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον· σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν, ἑὸν ἐρημώσαισα χῶρον. ἐσσὶ δʼ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος· χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις· ἀλλʼ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται. τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες. τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.
Lines 277–288
τῶν δʼ Ὁμήρου καὶ τόδε συνθέμενος ῥῆμα πόρσυνʼ· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν· αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος, ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ, ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός, ἔμαθε δʼ ὑβρίζοντα μισεῖν, οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς, οὐδὲ μακύνων τέλος οὐδέν. γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει. εὖ νιν ἔγνωκεν· θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δʼ ἔμμεν τοῦτʼ ἀνιαρότατον, καλὰ γιγνώσκοντʼ ἀνάγκᾳ
Lines 289–299
ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων· λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ μεταβολαὶ λήξαντος οὔρου ἱστίων. ἀλλʼ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ οἶκον ἰδεῖν, ἐπʼ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν, μήτʼ ὦν τινι πῆμα πορών, ἀπαθὴς δʼ αὐτὸς πρὸς ἀστῶν. καί κε μυθήσαιθʼ ὁποίαν, Ἀρκεσίλα, εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.