Seba.Health

Pythian Odes · Ode 3

10 passages · 0 speeches · 9 psychological term instances

Lines 1–12
ἤθελον Χείρωνά κε Φιλλυρίδαν, εἰ χρεὼν τοῦθʼ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος, ζώειν τὸν ἀποιχόμενον, Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τʼ ἄρχειν Παλίου Φῆρʼ ἀγρότερον, νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον, ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων. τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις τόξοισιν ὕπʼ Ἀρτέμιδος, εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δʼ οὐκ ἀλίθιος γίνεται παίδων Διός. δʼ ἀποφλαυρίξαισά νιν
Lines 13–24
ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός, πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ, καὶ φέροισα σπέρμα θεοῦ καθαρόν. οὐδʼ ἔμεινʼ ἐλθεῖν τράπεζαν νυμφίαν οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ ἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοι ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον. ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον, ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω, μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν. ἔσχε τοιαύταν μεγάλαν ἀυάταν
Lines 25–36
καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου λέκτροισιν ἀπʼ Ἀρκαδίας. οὐδʼ ἔλαθε σκοπόν· ἐν δʼ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς Λοξίας, κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών, πάντα ἰσάντι νόῳ· ψευδέων δʼ οὐχ ἅπτεται· κλέπτει τέ νιν οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς. καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει θύοισαν ἀμαιμακέτῳ ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δʼ ἕτερος ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνων πολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸς
Lines 37–48
σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν. ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ σύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμεν λάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ. ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά· καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους. τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων ἑλκέων ξυνάονες, πολιῷ χαλκῷ μέλη τετρωμένοι
Lines 49–60
χερμάδι τηλεβόλῳ, θερινῷ πυρὶ περθόμενοι δέμας χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων, τοὺς δὲ προσανέα πίνοντας, γυίοις περάπτων πάντοθεν φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς. ἀλλὰ κέρδει καὶ σοφία δέδεται. ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς ἄνδρʼ ἐκ θανάτου κομίσαι ἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον. χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν, γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
Lines 61–72
μή, φίλα ψυχά, βίον ἀθάνατον σπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν. εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων τινα Λατοΐδα κεκλημένον πατέρος. καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν Ἀρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον, ὃς Συρακόσσαισι νέμει βασιλεὺς πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ. τῷ μὲν διδύμας χάριτας,
Lines 73–84
εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις. τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ, ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος ἐξικόμαν κε βαθὺν πόντον περάσαις. ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ σεμνὰν θεὸν ἐννύχιαι. εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων· ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν, ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω. τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται.
Lines 85–96
λαγέταν γάρ τοι τύραννον δέρκεται, εἴ τινʼ ἀνθρώπων, μέγας πότμος. αἰὼν δʼ ἀσφαλὴς οὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖ οὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις ἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν, δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν. καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις, καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε δέξαντο· Διὸς δὲ χάριν ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δʼ αὖτε χρόνῳ
Lines 97–108
τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ. τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν ὦρσεν πυρὶ καιόμενος ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων τυγχάνοντʼ εὖ πασχέμεν. ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶ ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται σάος , πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται. σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις ἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶν
Lines 109–115
δαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν. εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι, ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω. Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις, ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ ἅρμοσαν, γιγνώσκομεν. δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖς χρονία τελέθει. παύροις δὲ πράξασθʼ εὐμαρές.