Seba.Health

Pythian Odes · Ode 12

3 passages · 0 speeches · 0 psychological term instances

Lines 1–12
αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων, Φερσεφόνας ἕδος, τʼ ὄχθαις ἔπι μηλοβότου ναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ἄνα, ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ δέξαι στεφάνωμα τόδʼ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ, αὐτόν τέ νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτε Παλλὰς ἐφεῦρε θρασειᾶν Γοργόνων οὔλιον θρῆνον διαπλέξαισʼ Ἀθάνα· τὸν παρθενίοις ὑπό τʼ ἀπλάτοις ὀφίων κεφαλαῖς ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ, Περσεὺς ὁπότε τρίτον ἄνυσσεν κασιγνητᾶν μέρος, εἰναλίᾳ τε Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων.
Lines 13–24
ἤτοι τό τε θεσπέσιον Φόρκοιο μαύρωσεν γένος, λυγρόν τʼ ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τʼ ἔμπεδον δουλοσύναν τό τʼ ἀναγκαῖον λέχος, εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας υἱὸς Δανάας· τὸν ἀπὸ χρυσοῦ φαμεν αὐτορύτου ἔμμεναι. ἀλλʼ ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος, ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων χριμφθέντα σὺν ἔντεσι μιμήσαιτʼ ἐρικλάγκταν γόον. εὗρεν θεός· ἀλλά νιν εὑροῖσʼ ἀνδράσι θνατοῖς ἔχειν, ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον, εὐκλεᾶ λαοσσόων μναστῆρʼ ἀγώνων,
Lines 25–32
λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων, τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων. Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες. εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,—ἀλλʼ ἔσται χρόνος οὗτος, καί τινʼ ἀελπτίᾳ βαλὼν ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δʼ οὔπω.