Seba.Health

Pythian Odes · Ode 11

6 passages · 0 speeches · 0 psychological term instances

Lines 1–12
Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις, Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων, ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων θησαυρόν, ὃν περίαλλʼ ἐτίμασε Λοξίας, Ἰσμήνιον δʼ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον, παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων στρατὸν ὁμαγερέα καλεῖ συνίμεν, ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν γᾶς ὀμφαλὸν κελαδήσετʼ ἄκρᾳ σὺν ἑσπέρᾳ, ἑπταπύλοισι Θήβαις χάριν ἀγῶνί τε Κίρρας,
Lines 13–24
ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών, ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα νικῶν ξένου Λάκωνος Ὀρέστα. τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστρας χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος, ὁπότε Δαρδανίδα κόραν Πριάμου Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ ψυχᾷ πόρευσʼ Ἀχέροντος ἀκτὰν παρʼ εὔσκιον νηλὴς γυνά. πότερόν νιν ἄρʼ Ἰφιγένειʼ ἐπʼ Εὐρίπῳ σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον; ἑτέρῳ λέχεϊ δαμαζομέναν
Lines 25–36
ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις ἔχθιστον ἀμπλάκιον καλύψαι τʼ ἀμάχανον ἀλλοτρίαισι γλώσσαις· κακολόγοι δὲ πολῖται. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον· δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει. θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις, μάντιν τʼ ὄλεσσε κόραν, ἐπεὶ ἀμφʼ Ἑλένᾳ πυρωθέντων Τρώων ἔλυσε δόμους ἁβρότατος. δʼ ἄρα γέροντα ξένον Στρόφιον ἐξίκετο, νέα κεφαλά, Παρνασοῦ πόδα ναίοντʼ· ἀλλὰ χρονίῳ σὺν Ἄρει
Lines 37–48
πέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς. ῥʼ, φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην, ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· μέ τις ἄνεμος ἔξω πλόου ἔβαλεν, ὡς ὅτʼ ἄκατον εἰναλίαν; Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν φωνὰν ὑπάργυρον, ἄλλοτʼ ἄλλᾳ ταρασσέμεν πατρὶ Πυθονίκῳ τό γέ νυν Θρασυδαίῳ· τῶν εὐφροσύνα τε καὶ δόξʼ ἐπιφλέγει. τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι, Ὀλυμπίᾳ ἀγώνων πολυφάτων ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις·
Lines 49–60
Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν Ἑλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν, δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ. τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ ὄλβῳ τεθαλότα, μέμφομʼ αἶσαν τυραννίδων· ξυναῖσι δʼ ἀμφʼ ἀρεταῖς τέταμαι. φθονεροὶ δʼ ἀμύνονται ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβριν ἀπέφυγεν· μέλανος ἂν ἐσχατιὰν καλλίονα θανάτου στείχοι , γλυκυτάτᾳ γενεᾷ εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών. τε τὸν Ἰφικλείδαν διαφέρει Ἰόλαον
Lines 61–64
ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν, σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν, τὸ μὲν παρʼ ἆμαρ ἕδραισι Θεράπνας, τὸ δʼ οἰκέοντας ἔνδον Ὀλύμπου.