Seba.Health

Olympian Odes · Ode 3

4 passages · 0 speeches · 2 psychological term instances

Lines 1–12
Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θʼ Ἑλένᾳ κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι, Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων ἵππων ἄωτον. Μοῖσα δʼ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι πράσσοντί με τοῦτο θεόδματον χρέος, φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, τε Πίσα με γεγωνεῖν· τᾶς ἄπο θεόμοροι νίσοντʼ ἐπʼ ἀνθρώπους ἀοιδαί, τινι, κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας, ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν
Lines 13–24
ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας· τάν ποτε Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας, μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ. πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τʼ ἀρετᾶν. ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματος ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα, καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδʼ ἁμᾶ θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ· ἀλλʼ οὐ καλὰ δένδρεʼ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος. τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου.
Lines 25–36
δὴ τότʼ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ δέξατʼ ἐλθόντʼ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν, εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυʼ ἀνάγκα πατρόθεν χρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ, ἅν ποτε Ταϋγέτα ἀντιθεῖσʼ Ὀρθωσίᾳ ἔγραψεν ἱράν. τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς. τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας. τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδʼ ἰὼν θαητὸν ἀγῶνα νέμειν
Lines 37–45
ἀνδρῶν τʼ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου διφρηλασίας. ἐμὲ δʼ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις Θήρωνί τʼ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις, εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς. εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος, νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δʼ ἔστι σοφοῖς ἄβατον κἀσόφοις. οὔ νιν διώξω· κεινὸς εἴην.