Seba.Health

Olympian Odes · Ode 10

9 passages · 0 speeches · 0 psychological term instances

Lines 1–12
τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι Ἀρχεστράτου παῖδα, πόθι φρενὸς ἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθʼ· Μοῖσʼ, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός, ὀρθᾷ χερὶ ἐρύκετον ψευδέων ἐνιπὰν ἀλιτόξενον. ἕκαθεν γὰρ ἐπελθὼν μέλλων χρόνος ἐμὸν καταίσχυνε βαθὺ χρέος. ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος· ὁρᾶτʼ ὦν νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατακλύσσει ῥέον, ὅπα τε κοινὸν λόγον φίλαν τίσομεν ἐς χάριν.
Lines 13–24
νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων, μέλει τέ σφισι Καλλιόπα καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον Ἡρακλέα. πύκτας δʼ ἐν Ὀλυμπιάδι νικῶν Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος ὡς Ἀχιλεῖ Πάτροκλος. θήξαις δέ κε φύντʼ ἀρετᾷ ποτὶ πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ· ἄπονον δʼ ἔλαβον χάρμα παῦροί τινες, ἔργων πρὸ πάντων βιότῳ φάος. ἀγῶνα δʼ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
Lines 25–36
βωμῶν ἑξάριθμον ἐκτίσσατο, ἐπεὶ Ποσειδάνιον πέφνε Κτέατον ἀμύμονα, πέφνε δʼ Εὔρυτον, ὡς Αὐγέαν λάτριον ἀέκονθʼ ἑκὼν μισθὸν ὑπέρβιον πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφʼ ὁδῷ, ὅτι πρόσθε ποτὲ Τιρύνθιον ἔπερσαν αὐτῷ στρατὸν μυχοῖς ἥμενον Ἄλιδος Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας Ἐπειῶν βασιλεὺς ὄπιθεν οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ
Lines 37–48
πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας ἵζοισαν ἑὰν πόλιν. νεῖκος δὲ κρεσσόνων ἀποθέσθʼ ἄπορον. καὶ κεῖνος ἀβουλίᾳ ὕστατος ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν. δʼ ἄρʼ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸν λαίαν τε πᾶσαν Διὸς ἄλκιμος υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ· περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγʼ ἐν καθαρῷ διέκρινε, τὸ δὲ κύκλῳ πέδον ἔθηκε δόρπου λύσιν, τιμάσαις πόρον Ἀλφεοῦ
Lines 49–60
μετὰ δώδεκʼ ἀνάκτων θεῶν. καὶ πάγον Κρόνου προσεφθέγξατο· πρόσθε γὰρ νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δʼ ἐν πρωτογόνῳ τελετᾷ παρέσταν μὲν ἄρα Μοῖραι σχεδὸν τʼ ἐξελέγχων μόνος ἀλάθειαν ἐτήτυμον χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν, ὅπα τὰν πολέμοιο δόσιν ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδʼ ὅπως ἄρα ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ νικαφορίαισί τε. τίς δὴ ποταίνιον
Lines 61–72
ἔλαχε στέφανον χείρεσσι ποσίν τε καὶ ἅρματι, ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών; σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον ποσσὶ τρέχων παῖς Λικυμνίου Οἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων· δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν· Δόρυκλος δʼ ἔφερε πυγμᾶς τέλος, Τίρυνθα ναίων πόλιν· ἀνʼ ἵπποισι δὲ τέτρασιν ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου· ἄκοντι Φράστωρ ἔλασε σκοπόν· μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον
Lines 73–84
παραίθυξε μέγαν· ἐν δʼ ἕσπερον ἔφλεξεν εὐώπιδος σελάνας ἐρατὸν φάος. ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαις τὸν ἐγκώμιον ἀμφὶ τρόπον. ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριν νίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν καὶ πυρπάλαμον βέλος ὀρσικτύπου Διός, ἐν ἅπαντι κράτει αἴθωνα κεραυνὸν ἀραρότα. χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,
Lines 85–96
τὰ παρʼ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν· ἀλλʼ ὥτε παῖς ἐξ ἀλόχου πατρὶ ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον· ἐπεὶ πλοῦτος λαχὼν ποιμένα ἐπακτὸν ἀλλότριον, θνᾴσκοντι στυγερώτατος· καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ, Ἁγησίδαμʼ, εἰς Ἀΐδα σταθμὸν ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δʼ ἁδυεπής τε λύρα γλυκύς τʼ αὐλὸς ἀναπάσσει χάριν· τρέφοντι δʼ εὐρὺ κλέος κόραι Πιερίδες Διός.
Lines 97–105
ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος Λοκρῶν ἀμφέπεσον μέλιτι εὐάνορα πόλιν καταβρέχων· παῖδʼ ἐρατὸν δʼ Ἀρχεστράτου αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ βωμὸν παρʼ Ὀλύμπιον, κεῖνον κατὰ χρόνον ἰδέᾳ τε καλὸν ὥρᾳ τε κεκραμένον, ποτε ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.