Seba.Health

Nemean Odes · Ode 9

5 passages · 0 speeches · 3 psychological term instances

Lines 1–12
κωμάσομεν παρʼ Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι, τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθʼ ἀναπεπταμέναι ξείνων νενίκανται θύραι, ὄλβιον ἐς Χρομίου δῶμʼ. ἀλλʼ ἐπέων γλυκὺν ὕμνον πράσσετε. τὸ κρατήσιππον γὰρ ἐς ἃρμʼ ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις. ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δʼ ἐπέων καύχαις ἀοιδὰ πρόσφορος. ἀλλʼ ἀνὰ μὲν βρομίαν φόρμιγγʼ, ἀνὰ δʼ αὐλὸν ἐπʼ αὐτὰν ὄρσομεν ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπʼ Ἀσωποῦ ῥεέθροις· ὧν ἐγὼ μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς, ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θʼ ἑορταῖς ἰσχύος τʼ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.
Lines 13–24
φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν πατρῴων οἴκων ἀπό τʼ Ἄργεος· ἀρχοὶ δʼ οὐκ ἔτʼ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ. κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ. ἀνδροδάμαντʼ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν, δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε ἐς λὸν ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν οὐ κατʼ ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους στείχειν ἐπώτρυνʼ, ἀλλὰ φείσασθαι κελεύθου. φαινομέναν δʼ ἄρʼ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· Ἰσμηνοῦ δʼ ἐπʼ ὄχθαισι γλυκὺν νόστον ἐρεισάμενοι λευκανθέα σώματʼ ἐπίαναν καπνόν· ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας· δʼ Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ
Lines 25–36
Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δʼ ἅμʼ ἵπποις, δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν. εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δʼ εὔνομον αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν, Ζεῦ πάτερ, ἀγλαΐαισιν δʼ ἀστυνόμοις ἐπιμῖξαι λαόν. ἐντί τοι φίλιπποί τʼ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας ἄνδρες. ἄπιστον ἔειπʼ· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τʼ ἐν μάχαις ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς, οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ
Lines 37–48
θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου. παῦροι δὲ βουλεῦσαι φόνου παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας χερσὶ καὶ ψυχᾷ δυνατοί· λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν ἀγχοῦ, βαθυκρήμνοισι δʼ ἀμφʼ ἀκταῖς Ἑλώρου, ἔνθα Ῥέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν παιδὶ τοῦθʼ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ· τὰ δʼ ἄλλαις ἁμέραις πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι. ἐκ πόνων δʼ, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα. ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον. εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν. ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον· νεοθαλὴς δʼ αὔξεται
Lines 49–55
μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ· θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται. ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν, ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν ἀμπέλου παῖδʼ, ἅς ποθʼ ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷ Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ, εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις νίκαν, ἀκοντίζων σκοποῖʼ ἄγχιστα Μοισᾶν.