Seba.Health

Nemean Odes · Ode 7

9 passages · 0 speeches · 5 psychological term instances

Lines 1–12
Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων, παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων· ἄνευ σέθεν οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν. ἀναπνέομεν δʼ οὐχ ἅπαντες ἐπὶ ἴσα· εἴργει δὲ πότμῳ ζυγένθʼ ἕτερον ἕτερα. σὺν δὲ τὶν καὶ παῖς Θεαρίωνος ἀρετᾷ κριθεὶς εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις. πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων Αἰακιδᾶν· μάλα δʼ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν. εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρονʼ αἰτίαν ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ
Lines 13–24
σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι· ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ, εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς. σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον ἔμαθον, οὐδʼ ὑπὸ κέρδει βλάβεν· ἀφνεὸς πενιχρός τε θανάτου πέρας ἅμα νέονται. ἐγὼ δὲ πλέονʼ ἔλπομαι λόγον Ὀδυσσέος πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθʼ Ὅμηρον· ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ σεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις· τυφλὸν δʼ ἔχει ἦτορ ὅμιλος ἀνδρῶν πλεῖστος. εἰ γὰρ ἦν
Lines 25–36
τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν λευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμʼ Ἀΐδα, πέσε δʼ ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου μόλον χθονός· ἐν Πυθίοισι δὲ δαπέδοις κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν, τᾷ καὶ Δαναοὶ πόνησαν· δʼ ἀποπλέων
Lines 37–48
Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δʼ εἰς Ἐφύραν ἵκοντο· Μολοσσίᾳ δʼ ἐμβασίλευεν ὀλίγον χρόνον· ἀτὰρ γένος αἰεὶ φέρεν τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν, κτέανʼ ἄγων Τρωΐαθεν ἀκροθινίων· ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντʼ ἀνὴρ μαχαίρᾳ. βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται. ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τινʼ ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι θεοῦ παρʼ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις. εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει·
Lines 49–60
οὐ ψεῦδις μάρτυς ἔργμασιν ἐπιστατεῖ, Αἴγινα, τεῶν Διός τʼ ἐκγόνων. θρασύ μοι τόδʼ εἰπεῖν φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δʼ ἔχει καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ Ἀφροδίσια. φυᾷ δʼ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες, μὲν τά, τὰ δʼ ἄλλοι· τυχεῖν δʼ ἕνʼ ἀδύνατον εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον ὤρεξε. Θεαρίων, τὶν δʼ ἐοικότα καιρὸν ὄλβου δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
Lines 61–72
ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον, ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρʼ ἄγων κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δʼ ἀγαθοῖσι μισθὸς οὗτος. ἐὼν δʼ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μʼ ἀνὴρ Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθʼ· ἔν τε δαμόταις ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών, βίαια πάντʼ ἐκ ποδὸς ἐρύσαις, δὲ λοιπὸς εὔφρων ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ, εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων. Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω μὴ τέρμα προβὰς ἄκονθʼ ὥτε χαλκοπάρᾳον ὄρσαι θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
Lines 73–84
αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν. εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται. ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν. εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθʼ ἁμᾷ καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσʼ ἐέρσας. Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ πολύφατον θρόον ὕμνων δόνει ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
Lines 85–96
ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ, Ἡράκλεες, σέο δὲ προπράονʼ ἔμεν ξεῖνον ἀδελφεόν τʼ. εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτονʼ ἔμμεναι νόῳ φιλήσαντʼ ἀτενέϊ γείτονι χάρμα πάντων ἐπάξιον· εἰ δʼ αὐτὸ καὶ θεὸς ἀνέχοι, ἐν τίν κʼ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν· ἐπεὶ τετραόροισιν ὥθʼ ἁρμάτων ζυγοῖς ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. μάκαρ, τὶν δʼ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν κόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰν
Lines 97–105
ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν. εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις εὐδαίμονʼ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν. τὸ δʼ ἐμὸν οὔ ποτε φάσει κέαρ ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τʼ ἀμπολεῖν ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, Διὸς Κόρινθος.