Seba.Health

Isthmian Odes · Ode 7

5 passages · 0 speeches · 1 psychological term instances

Lines 1–12
τίνι τῶν πάρος, μάκαιρα Θήβα, καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν εὔφρανας; ῥα χαλκοκρότου πάρεδρον Δαμάτερος ἁνίκʼ εὐρυχαίταν ἄντειλας Διόνυσον; χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν, ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροις σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς; ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς; ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν; Σπαρτῶν ἀκαμαντολογχᾶν; ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον; Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ
Lines 13–24
ἔστασας ἐπὶ σφυρῷ Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις; ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί, τι μὴ σοφίας ἄωτον ἄκρον κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν. κώμαζʼ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ νίκαν παγκρατίου· σθένει τʼ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τʼ ἀρετὰν οὐκ αἴσχιον φυᾶς. φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις, μάτρωΐ θʼ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
Lines 25–36
χάλκασπις πότμον μὲν Ἄρης ἔμιξεν, τιμὰ δʼ ἀγαθοῖσιν ἀντίκειται. ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται, λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ, ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων ζώων τʼ ἀπὸ καὶ θανών. τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα Ἀμφιάρηόν τε, εὐανθέʼ ἀπέπνευσας ἁλικίαν προμάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοι ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
Lines 37–48
ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. δʼ ἀθανάτων μὴ θρασσέτω φθόνος, τι τερπνὸν ἐφάμερον διώκων ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες· δαίμων δʼ ἄϊσος· τὰ μακρὰ δʼ εἴ τις παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος δεσπόταν ἐθέλοντʼ ἐς οὐρανοῦ σταθμοὺς ἐλθεῖν μεθʼ ὁμάγυριν Βελλεροφόνταν Ζηνός· τὸ δὲ πὰρ δίκαν γλυκὺ πικροτάτα μένει τελευτά.
Lines 49–51
ἄμμι δʼ, χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία, τεαῖσιν ἁμίλλαισιν εὐανθέα καὶ Πυθόϊ στέφανον.