Seba.Health

Isthmian Odes · Ode 4

6 passages · 0 speeches · 1 psychological term instances

Lines 1–12
ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος· Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν· αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δʼ ἀλλοῖος οὖρος πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει. τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται πρόξενοί τʼ ἀμφικτιόνων κελαδεννᾶς τʼ ὀρφανοὶ ὕβριος· ὅσσα δʼ ἐπʼ ἀνθρώπους ἄηται μαρτύρια φθιμένων ζωῶν τε φωτῶν ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δʼ ἐσχάταισιν οἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις·
Lines 13–24
καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν. ἱπποτρόφοι τʼ ἐγένοντο, χαλκέῳ τʼ Ἄρει ἅδον. ἀλλʼ ἁμέρᾳ γὰρ ἐν μιᾷ τραχεῖα νιφὰς πολέμοιο τεσσάρων νῦν δʼ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον δαιμόνων βουλαῖς. κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων, τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν εὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλʼ ἀνεγειρομένα χρῶτα λάμπει, Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·
Lines 25–36
τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν ἔν τʼ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν τοιάδε τῶν τότʼ ἐόντων φύλλʼ ἀοιδᾶν. οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον καμπύλον δίφρον, Πανελλάνεσσι δʼ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων. τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί, ἔστιν δʼ ἀφάνεια τύχας καὶ μαρναμένων, πρὶν τέλος ἄκρον ἱκέσθαι· τῶν τε γὰρ καὶ τῶν διδοῖ· καὶ κρέσσονʼ ἀνδρῶν χειρόνων ἔσφαλε τέχνα καταμάρψαισʼ. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ ἐν νυκτὶ ταμὼν περὶ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδʼ ἔβαν.
Lines 37–48
ἀλλʼ Ὅμηρός τοι τετίμακεν διʼ ἀνθρώπων, ὃς αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν. τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί. προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμʼ ἐπάξιον, ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων ἐν πόνῳ, μῆτιν δʼ ἀλώπηξ, αἰετοῦ τʼ ἀναπιτναμένα ῥόμβον ἴσχει. χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
Lines 49–60
οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν· ἀλλʼ ὀνοτὸς μὲν ἰδέσθαι, συμπεσεῖν δʼ ἀκμᾷ βαρύς. καίτοι πότʼ Ἀνταίου δόμους Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δʼ ἄκαμπτος, προσπαλαίσων ἦλθʼ ἀνὴρ τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι, υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδʼ ἔβα, γαίας τε πάσας καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ, ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις. νῦν δὲ παρʼ Αἰγιόχῳ κάλλιστον ὄλβον ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τʼ ὀπυίει, χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.
Lines 61–72
τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων, τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς· τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει αἰθέρα κνις άε ντι λακτίζοισα καπνῷ, καὶ δεύτερον ἆμαρ ἐτείων τέρμʼ ἀέθλων γίνεται, ἰσχύος ἔργον. ἔνθα λευκωθεὶς κάρα μύρτοις ὅδʼ ἀνὴρ διπλόαν νίκαν ἀνεφάνατο παίδων τε τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν.