Seba.Health

Isthmian Odes · Ode 2

4 passages · 0 speeches · 1 psychological term instances

Lines 1–12
οἱ μὲν πάλαι, Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι, ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους, ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν. Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότʼ ἦν οὐδʼ ἐργάτις· οὐδʼ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί. νῦν δʼ ἐφίητι τὸ τὠργείου φυλάξαι ῥῆμʼ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον, χρήματα, χρήματʼ ἀνήρ, ὃς φᾶ κτεάνων θʼ ἅμα λειφθεὶς καὶ φίλων. ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτʼ ἀείδω
Lines 13–24
Ἰσθμίαν ἵπποισι νίκαν, τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις, Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ πέμπεν ἀναδεῖσθαι σελίνων, εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος. ἐν Κρίσᾳ δʼ εὐρυσθενὴς εἶδʼ Ἀπόλλων νιν πόρε τʼ ἀγλαΐαν καὶ τόθι· κλειναῖς δʼ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός, τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμʼ ἁπάσαις ἁνίαις· ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον·
Lines 25–36
ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς ἄλσος· ἵνʼ ἀθανάτοις Αἰνησιδάμου παῖδες ἐν τιμαῖς ἔμιχθεν. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων, Θρασύβουλʼ, ἐρατῶν, οὔτε μελικόμπων ἀοιδᾶν. οὐ γὰρ πάγος, οὐδὲ προσάντης κέλευθος γίνεται, εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων. μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθʼ, ὅσον ὀργὰν Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
Lines 37–48
ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν, ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ· καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν οὖρος ἐμπνεύσαις ὑπέστειλʼ ἱστίον ἀμφὶ τράπεζαν· ἀλλʼ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις, ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς. μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες, μήτʼ ἀρετάν ποτε σιγάτω πατρῴαν, μηδὲ τούσδʼ ὕμνους· ἐπεί τοι οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν. ταῦτα, Νικάσιππʼ, ἀπόνειμον, ὅταν ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.