Seba.Health

Isthmian Odes · Ode 1

6 passages · 0 speeches · 1 psychological term instances

Lines 1–12
μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα, πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον θήσομαι. μή μοι κραναὰ νεμεσάσαι Δᾶλος, ἐν κέχυμαι. τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς; εἶξον, Ὠπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος, καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ δειράδʼ· ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων, καλλίνικον πατρίδι κῦδος. ἐν καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν
Lines 13–24
παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες. ἀλλʼ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας, ἁνία τʼ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντʼ ἐθέλω Καστορείῳ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ. κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι· ἔν τʼ ἀέθλοισι θίγον πλείστων ἀγώνων, καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ, γευόμενοι στεφάνων νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰ ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τʼ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις, οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,
Lines 25–36
καὶ λιθίνοις ὁπότʼ ἐν δίσκοις ἵεν. οὐ γὰρ ἦν πεντάθλιον, ἀλλʼ ἐφʼ ἑκάστῳ ἔργματι κεῖτο τέλος. τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρʼ Εὐρώτᾳ πέλας, Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει, Τυνδαρίδας δʼ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκ έω ν ἕδος. χαίρετʼ. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ Ὀγχηστίαισίν τʼ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν γαρύσομαι τοῦδʼ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν, νιν ἐρειδόμενον ναυαγίαις
Lines 37–48
ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ· νῦν δʼ αὖτις ἀρχαίας ἐπέβασε πότμος συγγενὴς εὐαμερίας. πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει· εἰ δʼ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν, ἀμφότερον δαπάναις τε καὶ πόνοις, χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον μὴ φθονεραῖσι φέρειν γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντʼ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν. μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφʼ ἔργμασιν ἀνθρώποις γλυκύς, μηλοβότᾳ τʼ ἀρότᾳ τʼ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει·
Lines 49–60
γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται· ὃς δʼ ἀμφʼ ἀέθλοις πολεμίζων ἄρηται κῦδος ἁβρόν, εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον. ἄμμι δʼ ἔοικε Κρόνου σεισίχθονʼ υἱὸν γείτονʼ ἀμειβομένοις εὐεργέταν ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι, καὶ σέθεν, Ἀμφιτρύων, παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις· Πρωτεσίλα, τὸ τεὸν δʼ ἀνδρῶν Ἀχαιῶν ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι. πάντα δʼ ἐξειπεῖν, ὅσʼ ἀγώνιος Ἑρμᾶς
Lines 61–68
Ἡροδότῳ ἔπορεν ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων ὕμνος. μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει. εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντʼ ἀγλααῖς Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τʼ ἐξαιρέτοις Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις Θήβαισι τεύχοντʼ. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον, ἄλλοισι δʼ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.