Seba.Health

Isthmian Odes 8.25–36

Isthmian Odes 8.25–36
ἀρίστευον υἱέες υἱέων τʼ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντʼ ἀμφέπειν ὅμαδον· σώφρονές τʼ ἐγένοντο πινυτοί τε θυμόν. ταῦτα καὶ μακάρων ἐμέμναντʼ ἀγοραί, Ζεὺς ὅτʼ ἀμφὶ Θέτιος ἀγλαός τʼ ἔρισαν Ποσειδᾶν γάμῳ, ἄλοχον εὐειδέʼ ἐθέλων ἑκάτερος ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν. ἀλλʼ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες, ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δʼ εὔβουλος ἐν μέσοισι Θέμις, οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος διώξει χερὶ τριόδοντός τʼ ἀμαιμακέτου, Δί τε μισγομέναν Διὸς παρʼ ἀδελφεοῖσιν.— ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα υἱὸν εἰσιδέτω θανόντʼ ἐν πολέμῳ,
Read in context →