Seba.Health

Isthmian Odes 7.25–36

Isthmian Odes 7.25–36
χάλκασπις πότμον μὲν Ἄρης ἔμιξεν, τιμὰ δʼ ἀγαθοῖσιν ἀντίκειται. ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται, λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ, ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων ζώων τʼ ἀπὸ καὶ θανών. τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα Ἀμφιάρηόν τε, εὐανθέʼ ἀπέπνευσας ἁλικίαν προμάχων ἀνʼ ὅμιλον, ἔνθʼ ἄριστοι ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
Read in context →