Seba.Health

Isthmian Odes 6.61–72

Isthmian Odes 6.61–72
τρεῖς ἀπʼ Ἰσθμοῦ, τὰς δʼ ἀπʼ εὐφύλλου Νεμέας, ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δʼ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων· τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων ἄρδοντι καλλίστᾳ δρόσῳ, τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτʼ ἔπος, υἱοῖσί τε φράζων παραινεῖ, ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων, καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται, μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων· γλῶσσα δʼ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
Read in context →