Seba.Health

Isthmian Odes 6.25–36

Isthmian Odes 6.25–36
ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν, οὐδʼ ἅτις Αἴαντος Τελαμωνιάδα καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον, Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν ἐν ναυσὶν Ἀλκμήνας τέκος. εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δʼ οὐ φείσατο χερσὶν βαρυφθόγγοιο νευρᾶς Ἡρακλέης. ἀλλʼ Αἰακίδαν καλέων ἐς πλόον κεῖνον κύρησε δαινυμένων.
Read in context →