Seba.Health

Isthmian Odes 5.25–36

Isthmian Odes 5.25–36
κιρνάμεν ἀντὶ πόνων. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ λόγον ἐκέρδαναν, κλέονται δʼ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι· ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς Οἰνεΐδαι κρατεροί, ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος γέρας ἔχει, Περσεὺς δʼ ἐν Ἄργει, Κάστορος δʼ αἰχμὰ Πολυδεύκ εο ς τʼ ἐπʼ Εὐρώτα ῥεέθροις. ἀλλʼ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
Read in context →