Isthmian Odes 4.49–60
οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν·
ἀλλʼ ὀνοτὸς μὲν ἰδέσθαι,
συμπεσεῖν δʼ ἀκμᾷ βαρύς.
καίτοι πότʼ Ἀνταίου δόμους
Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δʼ ἄκαμπτος, προσπαλαίσων ἦλθʼ ἀνὴρ
τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι,
υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδʼ ἔβα, γαίας τε πάσας
καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ,
ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις.
νῦν δὲ παρʼ Αἰγιόχῳ κάλλιστον ὄλβον
ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τʼ ὀπυίει,
χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας.