Seba.Health

Isthmian Odes 4.37–48

Isthmian Odes 4.37–48
ἀλλʼ Ὅμηρός τοι τετίμακεν διʼ ἀνθρώπων, ὃς αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν. τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί. προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμʼ ἐπάξιον, ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων ἐν πόνῳ, μῆτιν δʼ ἀλώπηξ, αἰετοῦ τʼ ἀναπιτναμένα ῥόμβον ἴσχει. χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν.
Read in context →