Seba.Health

Isthmian Odes 4.25–36

Isthmian Odes 4.25–36
τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν ἔν τʼ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν τοιάδε τῶν τότʼ ἐόντων φύλλʼ ἀοιδᾶν. οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον καμπύλον δίφρον, Πανελλάνεσσι δʼ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων. τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί, ἔστιν δʼ ἀφάνεια τύχας καὶ μαρναμένων, πρὶν τέλος ἄκρον ἱκέσθαι· τῶν τε γὰρ καὶ τῶν διδοῖ· καὶ κρέσσονʼ ἀνδρῶν χειρόνων ἔσφαλε τέχνα καταμάρψαισʼ. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ ἐν νυκτὶ ταμὼν περὶ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδʼ ἔβαν.
Read in context →