Seba.Health

Isthmian Odes 4.1–12

Isthmian Odes 4.1–12
ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος· Μέλισσʼ, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν· αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δʼ ἀλλοῖος οὖρος πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει. τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται πρόξενοί τʼ ἀμφικτιόνων κελαδεννᾶς τʼ ὀρφανοὶ ὕβριος· ὅσσα δʼ ἐπʼ ἀνθρώπους ἄηται μαρτύρια φθιμένων ζωῶν τε φωτῶν ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δʼ ἐσχάταισιν οἴκοθεν στάλαισιν ἅπτονθʼ Ἡρακλείαις·
Read in context →