Isthmian Odes 1.49–60
γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·
ὃς δʼ ἀμφʼ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν,
εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.
ἄμμι δʼ ἔοικε Κρόνου σεισίχθονʼ υἱὸν
γείτονʼ ἀμειβομένοις εὐεργέταν
ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,
καὶ σέθεν, Ἀμφιτρύων,
παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν
καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·
Πρωτεσίλα, τὸ τεὸν δʼ ἀνδρῶν Ἀχαιῶν
ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.
πάντα δʼ ἐξειπεῖν, ὅσʼ ἀγώνιος Ἑρμᾶς