Seba.Health

Nemean Odes 8.37–48

Nemean Odes 8.37–48
μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δʼ ἕτεροι ἀπέραντον· ἐγὼ δʼ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμʼ, αἰνέων αἰνητά, μομφὰν δʼ ἐπισπείρων ἀλιτροῖς. αὔξεται δʼ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει, ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσʼ ἐν δικαίοις τε πρὸς ὑγρὸν αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις ὑπερώτατα· μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι πιστόν. Μέγα, τὸ δʼ αὖτις τεὰν ψυχὰν κομίξαι οὔ μοι δυνατόν· κενεᾶν δʼ ἐλπίδων χαῦνον τέλος· σεῦ δὲ πάτρᾳ Χαριάδαις τʼ Ἐλαφρὸν ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον
Read in context →