Seba.Health

Nemean Odes 8.25–36

Nemean Odes 8.25–36
ἐν λυγρῷ νείκει· μέγιστον δʼ αἰόλῳ ψεύδει γέρας ἀντέταται. κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν· χρυσέων δʼ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν. μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ ἕλκεα ῥῆξαν πελεμιζόμενοι ὑπʼ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφʼ Ἀχιλεῖ νεοκτόνῳ, ἄλλων τε μόχθων ἐν πολυφθόροις ἁμέραις. ἐχθρὰ δʼ ἄρα πάρφασις ἦν καὶ πάλαι, αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος· τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δʼ ἀφάντων κῦδος ἀντείνει σαθρόν. εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος
Read in context →