Seba.Health

Nemean Odes 5.25–36

Nemean Odes 5.25–36
ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν Πηλέα θʼ, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν πείσαισʼ ἀκοίταν ποικίλοις βουλεύμασιν, ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον, ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου εὐνᾶς. τὸ δʼ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι· εὐθὺς δʼ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον δείσαις· δʼ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ Ζεὺς ἀθανάτων βασιλεύς, ὥστʼ ἐν τάχει ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,
Read in context →