Seba.Health

Nemean Odes 4.73–84

Nemean Odes 4.73–84
Θεανδρίδαισι δʼ ἀεξιγυίων ἀέθλων κάρυξ ἑτοῖμος ἔβαν Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος, ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων οὐ νέοντʼ ἄνευ στεφάνων, πάτραν ἵνʼ ἀκούομεν, Τιμάσαρχε, τ εὰ ν ἐπινικίοισιν ἀοιδαῖς πρόπολον ἔμμεναι. εἰ δέ τοι μάτρῳ μʼ ἔτι Καλλικλεῖ κελεύεις στάλαν θέμεν Παρίου λίθου λευκοτέραν· χρυσὸς ἑψόμενος αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει
Read in context →