Seba.Health

Nemean Odes 4.61–72

Nemean Odes 4.61–72
καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν· πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων ὄνυχας ὀξυτάτους ἀκμὰν τε δεινοτάτων σχάσαις ὀδόντων ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων, εἶδεν δʼ εὔκυκλον ἕδραν, τᾶς οὐρανοῦ βασιλῆες πόντου τʼ ἐφεζόμενοι δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ. Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός· ἄπορα γὰρ λόγον Αἰακοῦ παίδων τὸν ἅπαντά μοι διελθεῖν.
Read in context →