Seba.Health

Nemean Odes 4.49–60

Nemean Odes 4.49–60
ἐν δʼ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς νᾶσον· Θέτις δὲ κρατεῖ Φθίᾳ· Νεοπτόλεμος δʼ Ἀπείρῳ διαπρυσίᾳ, βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον. Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν πολεμίᾳ χερὶ προστραπὼν Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις τέχναισι χρησάμενος· τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων,
Read in context →