Seba.Health

Nemean Odes 4.37–48

Nemean Odes 4.37–48
μέσσον, ἀντίτεινʼ ἐπιβουλίᾳ· σφόδρα δόξομεν δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν· φθονερὰ δʼ ἄλλος ἀνὴρ βλέπων γνώμαν κενεὰν σκότῳ κυλίνδει χαμαὶ πετοῖσαν· ἐμοὶ δʼ ὁποίαν ἀρετὰν ἔδωκε πότμος ἄναξ, εὖ οἶδʼ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει. ἐξύφαινε, γλυκεῖα, καὶ τόδʼ αὐτίκα, φόρμιγξ, Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει Τελαμωνιάδας· ἀτὰρ Αἴας Σαλαμῖνʼ ἔχει πατρῴαν·
Read in context →