Seba.Health

Nemean Odes 4.13–24

Nemean Odes 4.13–24
φέγγος. εἰ δʼ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων θαμά κε, τῷδε μέλει κλιθείς, υἱὸν κελάδησε καλλίνικον Κλεωναίου τʼ ἀπʼ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα καὶ λιπαρᾶν εὐωνύμων ἀπʼ Ἀθανᾶν, Θήβαις τʼ ἐν ἑπταπύλοις, οὕνεκʼ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον, Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν ξένιον ἄστυ κατέδρακεν Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.
Read in context →