Seba.Health

Nemean Odes 3.61–72

Nemean Odes 3.61–72
Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθʼ, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω πάλιν οἴκαδʼ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι. τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν· Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δʼ ἀγών, τὸν ὕμνος ἔβαλεν ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων. βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει, ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ καὶ σεμνὸν ἀγλααῖσι μερίμναις Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται, ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
Read in context →