Seba.Health

Nemean Odes 3.13–24

Nemean Odes 3.13–24
χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν ἐμίανε κατʼ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει. εἰ δʼ ἐὼν καλὸς ἔρδων τʼ ἐοικότα μορφᾷ ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές, ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων
Read in context →