Seba.Health

Nemean Odes 11.13–24

Nemean Odes 11.13–24
εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους, ἔν τʼ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν, θνατὰ μεμνάσθω περιστέλλων μέλη, καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος· ἐν λόγοις δʼ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών, καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς. ἐκ δὲ περικτιόνων ἑκκαίδεκʼ Ἀρισταγόραν ἀγλααὶ νῖκαι πάτραν τʼ εὐώνυμον ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ. ἐλπίδες δʼ ὀκνηρότεραι γονέων παιδὸς βίαν ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων. ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ
Read in context →