Nemean Odes 10.61–72
ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει
ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετʼ ὀξύτατον
ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ
ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντʼ ὠκέως,
καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρ
ἦλθε Λήδας παῖς διώκων· τοὶ δʼ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ·
ἔνθεν ἁρπάξαντες ἄγαλμʼ Ἀΐδα, ξεστὸν πέτρον,
ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλʼ οὔ νιν φλάσαν,
οὐδʼ ἀνέχασσαν· ἐφορμαθεὶς δʼ ἄρʼ ἄκοντι θοῷ
ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.
Ζεὺς δʼ ἐπʼ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν·
ἅμα δʼ ἐκαίοντʼ ἔρημοι. χαλεπὰ δʼ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.