Seba.Health

Nemean Odes 10.25–36

Nemean Odes 10.25–36
ἐκράτησε δὲ καί ποθʼ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τʼ ἔδωκʼ ἀρόσαι, τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών, τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ. Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πᾶν δὲ τέλος ἐν τὶν ἔργων· οὐδʼ, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν· γνώτʼ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ ἐσχάτων ἄθλων κορυφαῖς· ὕπατον δʼ ἔσχεν Πίσα Ἡρακλέος τεθμόν· ἁδεῖαί γε μὲν ἀμβολάδαν ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.
Read in context →