Nemean Odes 1.1–12
ἄμπνευμα σεμνὸν Ἀλφεοῦ,
κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία,
δέμνιον Ἀρτέμιδος,
Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς
ὕμνος ὁρμᾶται θέμεν
αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν·
ἅρμα δʼ ὀτρύνει Χρομίου Νεμέα θʼ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.
ἀρχαὶ δὲ βέβληνται θεῶν
κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.
ἔστι δʼ ἐν εὐτυχίᾳ
πανδοξίας ἄκρον· μεγάλων δʼ ἀέθλων
Μοῖσα μεμνᾶσθαι φιλεῖ.