Seba.Health

Pythian Odes 9.97–108

Pythian Odes 9.97–108
πλεῖστα νικάσαντά σε καὶ τελεταῖς ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θʼ ὡς ἕκασται φίλτατον παρθενικαὶ πόσιν υἱὸν εὔχοντʼ, Τελεσίκρατες, ἔμμεν, ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν ἐπιχωρίοις. ἐμὲ δʼ ὦν τις ἀοιδᾶν δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι καὶ παλαιὰν δόξαν ἑῶν προγόνων· οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν· τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος
Read in context →