Seba.Health

Pythian Odes 9.73–84

Pythian Odes 9.73–84
ἔνθα νικάσαις ἀνέφανε Κυράναν, νιν εὔφρων δέξεται, καλλιγύναικι πάτρᾳ δόξαν ἱμερτὰν ἀγαγόντʼ ἀπὸ Δελφῶν. ἀρεταὶ δʼ αἰεὶ μεγάλαι πολύμυθοι· βαιὰ δʼ ἐν μακροῖσι ποικίλλειν, ἀκοὰ σοφοῖς· δὲ καιρὸς ὁμοίως παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθʼ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς. τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων
Read in context →