Seba.Health

Pythian Odes 9.61–72

Pythian Odes 9.61–72
ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει. ταὶ δʼ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς, νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον Ζῆνα καὶ ἁγνὸν Ἀπόλλωνʼ, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων, Ἀγρέα καὶ Νόμιον, τοῖς δʼ Ἀρισταῖον καλεῖν. ὣς ἄρʼ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν. ὠκεῖα δʼ ἐπειγομένων ἤδη θεῶν πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖνʼ ἆμαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν ἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν ἀμφέπει κλεινάν τʼ ἀέθλοις. καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ·
Read in context →