Seba.Health

Pythian Odes 8.85–96

Pythian Odes 8.85–96
οὐδὲ μολόντων πὰρ ματέρʼ ἀμφὶ γέλως γλυκὺς ὦρσεν χάριν· κατὰ λαύρας δʼ ἐχθρῶν ἀπάοροι πτώσσοντι, συμφορᾷ δεδαγμένοι. δὲ καλόν τι νέον λαχὼν ἁβρότατος ἔπι μεγάλας ἐξ ἐλπίδος πέταται ὑποπτέροις ἀνορέαις, ἔχων κρέσσονα πλούτου μέριμναν. ἐν δʼ ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξεται· οὕτω δὲ καὶ πίτνει χαμαί, ἀποτρόπῳ γνώμᾳ σεσεισμένον. ἐπάμεροι· τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωπος. ἀλλʼ ὅταν αἴγλα διόσδοτος ἔλθῃ,
Read in context →