Seba.Health

Pythian Odes 8.1–12

Pythian Odes 8.1–12
φιλόφρον Ἡσυχία, Δίκας μεγιστόπολι θύγατερ, βουλᾶν τε καὶ πολέμων ἔχοισα κλαῗδας ὑπερτάτας, Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ. τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ· τὺ δʼ, ὁπόταν τις ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ, τραχεῖα δυσμενέων ὑπαντιάξαισα κράτει τιθεῖς Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθεν
Read in context →