Seba.Health

Pythian Odes 6.25–36

Pythian Odes 6.25–36
θεῶν σέβεσθαι· ταύτας δὲ μή ποτε τιμᾶς ἀμείρειν γονέων βίον πεπρωμένον. ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς νόημα τοῦτο φέρων, ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον ἀναμείναις στράταρχον Αἰθιόπων Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμʼ ἐπέδα Πάριος ἐκ βελέων δαϊχθείς· δʼ ἔφεπεν κραταιὸν ἔγχος· Μεσσανίου δὲ γέροντος δονηθεῖσα φρὴν βόασε παῖδα ὅν·
Read in context →