Seba.Health

Pythian Odes 6.13–24

Pythian Odes 6.13–24
ἁλὸς ἄξοισι παμφόρῳ χεράδει τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ λόγοισι θνατῶν εὔδοξον ἅρματι νίκαν Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ. σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν ἄγεις ἐφημοσύναν, τά ποτʼ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ Φιλύρας υἱὸν ὀρφανιζομένῲ Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν, βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν,
Read in context →